Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.552 Joseph. BJ 2.557 (English) >>Joseph. BJ 2.563

2.555αὐτοὶ μὲν ὀλίγους ἀποβεβλημένοι παντάπασιν, τῶν δὲ Ῥωμαίων καὶ τῶν συμμάχων πεζοὺς μὲν πεντακισχιλίους καὶ τριακοσίους ἀνῃρηκότες,

-- --

ἱππεῖς δὲ ὀγδοήκοντα καὶ τετρακοσίους. τάδε μὲν οὖν ἐπράχθη Δίου μηνὸς ὀγδόῃ δωδεκάτῳ τῆς Νέρωνος ἡγεμονίας ἔτει. 2.556

Μετὰ δὲ τὴν Κεστίου συμφορὰν πολλοὶ τῶν ἐπιφανῶν Ἰουδαίων ὥσπερ βαπτιζομένης νηὸς ἀπενήχοντο τῆς πόλεως. Κοστόβαρος γοῦν καὶ Σάουλος ἀδελφοὶ σὺν Φιλίππῳ τῷ Ἰακίμου, στρατοπεδάρχης δʼ ἦν οὗτος Ἀγρίππα τοῦ βασιλέως, διαδράντες ἐκ τῆς πόλεως ᾤχοντο πρὸς Κέστιον· 2.557 δὲ σὺν τούτοις κατὰ τὴν βασιλικὴν αὐλὴν πολιορκηθεὶς Ἀντίπας ὑπεριδὼν τὴν φυγὴν αὖθις ὡς ὑπὸ τῶν στασιαστῶν διεφθάρη δηλώσομεν. 2.558Κέστιος δὲ τοὺς περὶ Σάουλον ἀξιώσαντας ἀνέπεμψεν εἰς Ἀχαΐαν πρὸς Νέρωνα τήν τε αὐτῶν δηλώσοντας ἀνάγκην καὶ τὰς αἰτίας τοῦ πολέμου τρέψοντας εἰς Φλῶρον· τὴν γὰρ ἐπʼ ἐκεῖνον ὀργὴν κουφίσειν καὶ τοὺς ἑαυτοῦ κινδύνους ἤλπισεν. 2.559

Κἀν τούτῳ Δαμασκηνοὶ τὴν τῶν Ῥωμαίων φθορὰν πυθόμενοι τοὺς παρʼ ἑαυτοῖς Ἰουδαίους ἀνελεῖν ἐσπούδασαν. 2.560καὶ καθὸ μὲν εἶχον αὐτοὺς ἐν τῷ γυμνασίῳ συνηθροισμένους πάλαι διὰ τὰς ὑποψίας τοῦτο πραγματευσάμενοι, ῥᾴστην τὴν ἐπιχείρησιν ἐδόκουν· ἐδεδοίκεισαν δὲ τὰς ἑαυτῶν γυναῖκας ἁπάσας πλὴν ὀλίγων ὑπηγμένας τῇ Ἰουδαϊκῇ θρησκείᾳ·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.552 Joseph. BJ 2.557 (English) >>Joseph. BJ 2.563

Powered by PhiloLogic